O Unity Of Threefold Light

O Unity of threefold light,
Send out Thy loveliest ray,
Add scatter our transgressions’ night,
And turn it into day;
Make us those temples pure and fair
Thy glory loveth well,
The spotless tabernacles, where
Thou may’st vouchsafe to dwell!

The glorious hosts of peerless might,
That ever see Thy Face,
Thou mak’st the mirrors of Thy Light,
The vessels of Thy grace.
Thou, when their wondrous strains they weave,
Hast pleasure in the lay:
Deign thus our praises to receive,
Albeit from lips of clay!

And yet Thyself they cannot know,
Nor pierce the veil of light
That hides Thee from the Thrones below,
As in profoundest night:
How then can mortal accents frame
Due tribute to their King?
Thou, only, while we praise Thy Name,
Forgive us as we sing!

Words: Metrophanes of Smyrna, ca. 900; tr. John Mason Neale, 1862.
Tune:Old 22ndAnglo-Genevan Psalter, 1556.

According to Dr. Neale’s Hymns of the Eastern Church, this is a Canon Triadikon for a Sunday of the Second Tone from the Parakletike.

Here is the original Greek text of this hymn. From what I can tell, the words of this hymn are random bits of a much larger hymn. The first verse of the English hymn, for instance, is the third stanza of the first ode:

Κανὼν Τριαδικός, οὗ ἡ Ἀκροστιχίς.
Τὸ τρισσὸν ὑμνῶ τῆς θεαρχίας σέλας.

ᾨδὴ α’ Ἦχος β’
Ἐν βυθῷ κατέστρωσε

Τὴν τριττὴν καὶ μίαν ἀρχικήν, φύσιν τῆς Θεότητος, ᾀσματικῶς ὑμνήσωμεν λέγοντες. Τοῦ ἐλέους πέλαγος ἀνεξάντλητον, οὐσιῶδες ὡς ἔχουσα, σὲ τοὺς προσκυνοῦντας φρούρησον, καὶ σῶσον ὡς φιλάνθρωπος.

Ὁ πηγῇ καὶ ῥίζᾳ πεφυκώς, ὁ Πατὴρ ὡς αἴτιος, τῆς ἐν Υἱῷ καὶ ἁγίῳ σου Πνεύματι, συμφυοῦς Θεότητος, τὸ τρισήλιον τῇ καρδίᾳ μου πήγασον σέλας, καὶ μεθέξει λάμπρυνον, σῆς θεουργοῦ ἐλλάμψεως.

Τριφεγγὴς Μονὰς θεαρχική, πᾶσαν διασκέδασον, ἁμαρτιῶν καὶ παθῶν μου τὴν ζόφωσιν, φωτεινῶν ἀκτίνων σου, γλυκυτάταις ἐν μετουσίαις, καὶ ποίησον σοῦ τῆς ἀπροσίτου, δόξης με ναόν, καὶ σκηνὴν ἄχραντον.

Θεοτοκίον
Ῥοῦν τὸν πρὶν τῆς φύσεως ἡμῶν, πεπονθυίας ἄτοπον, καὶ πρὸς φθορὰν ὀλισθησάσης Ἄχραντε, σαρκωθεὶς ἐν μήτρᾳ σου, ὁ Θεὸς Λόγος, φιλανθρώπως ἀνέστειλε, καὶ τὴν θεαρχίαν τρίφωτον, ἡμᾶς ἐμυσταγώγησεν.

ᾨδὴ γ’
Ἐν πέτρᾳ με τῆς πίστεως

Ἰσότητι τῆς φύσεως θεαρχία, ὁμότιμον δοξάζω σε τοῖς προσώποις· ζωὴ γὰρ ἐκ ζωῆς χορηγὸς οὖσα, ἀρρήτως πέφυκας, εἷς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν Ἅγιος πλήν σου Κύριε.

Σὺ τάξεις τὰς ἀΰλους καὶ οὐρανίους, ὑπέστησας ὡς ἔσοπτρα τοῦ σοῦ κάλλους, Τριὰς ἡ ἀδιαίρετος μοναρχία, ὑμνεῖν ἀπαύστως σε, ἀλλὰ καὶ νῦν ἡμῶν, ἐκ πηλίνου στόματος, δέξαι τὴν αἴνεσιν.

Στερέωσον τῆς Πίστεως ἐν τῇ πέτρᾳ, καὶ πλάτυνον ἀγάπης σου τῷ πελάγει, καρδίαν καὶ διάνοιαν τῶν σῶν δούλων, Μονὰς τρισήλιε· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐφ’ ᾧπερ ἐλπίζοντες, μὴ αἰσχυνθείημεν.

Θεοτοκίον
Ὁ πᾶσαν πρὶν ὑπόστασιν οὐσιώσας, τῆς κτίσεως ἐν μήτρᾳ σου οὐσιώθη, ἀπείρῳ ἀγαθότητι, Θεοτόκε, καὶ φῶς τρισήλιον, πᾶσιν ἀνέτειλε, τῆς μιᾶς Θεότητος, καὶ Κυριότητος.

Κάθισμα
Ὅτε κατ’ ἀρχάς, τὸν Ἀδὰμ διέπλασας Κύριε, τότε τῷ λόγῳ σου τῷ ἐνυποστάτῳ, ἐβόησας εὔσπλαγχνε. Ποιήσωμεν κατὰ τὴν ἡμετέραν ὁμοίωσιν, τὸ δὲ Πνεῦμα τὸ ἅγιον συμπαρῆν δημιουργόν· διὸ βοῶμέν σοι, Ποιητὰ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Δόξα… Καὶ νῦν … Θεοτοκίον
Ὅτε πρὸς ἡμᾶς, ὁ Θεὸς ἐλθεῖν κατηξίωσε, τότε σου Πάναγνε, τὴν καθαρωτάτην νηδὺν ἐγκατῴκησε, καὶ ἔσωσε διὰ σοῦ τῶν ἀνθρώπων τὸ φύραμα, χαρισάμενος ἅπασι βασιλείαν οὐρανῶν· διὸ βοῶμέν σοι, Θεοτόκε ἁγνή, χαῖρε Δέσποινα.

ᾨδὴ δ’
Ὑμνῶ σε, ἀκοῇ

Νοεῖν σε, οὐδὲ τάξεις ἄϋλοι, ἐξισχύουσι τῶν Ἀγγέλων, τριὰς μονάς, ἄναρχε· ἀλλ’ οὖν ἡμεῖς πηλίνῃ γλώττῃ, τὴν σὴν οὐσιώδη ἀγαθότητα, καὶ ἀνυμνοῦμεν πίστει καὶ δοξάζομεν.

Ὑπάρχων, πλαστουργὸς τῆς φύσεως, Παντοκράτορ, τῆς τῶν ἀνθρώπων, πᾶσαν ἐμὴν βλέπεις νῦν, ὡς πανδερκὴς ἀδυναμίαν· διὸ κατοικτείρησον τὸν δοῦλόν σου, καὶ πρός ζωὴν βελτίστην ἐπανάγαγε.

Μονάδος, ἀρχικῆς ἀσύγχυτα, τρία πρόσωπα ἀνυμνοῦμεν, ὡς εἰδικῶς ἔχοντα, καὶ μεριστῶς τὰς ὑποστάσεις· ἀλλ’ οὖν ἡνωμένα, καὶ ἀμέριστα, ἔν τε βουλῇ, καὶ δόξῃ καὶ Θεότητι.

Θεοτοκίον
Ναόν σε, καθαρὸν καὶ ἄχραντον, ἀειπάρθενε Θεοτόκε, ὁ Παντουργὸς εὕρηκε, μόνην σαφῶς ἐκ τοῦ αἰῶνος, ἐν ᾧ κατοικήσας ἀνεμόρφωσε, τὴν τῶν ἀνθρώπων φύσιν, ὡς φιλάνθρωπος.

ᾨδὴ ε’
Ὁ φωτισμὸς

Ὡς ὁλικῶς, ἐπὶ πάντα τὰ ὄντα τῆς σῆς προνοίας, τὰς εἰρηνοδώρους ἁπλῶν ἀκτῖνας, καὶ σωτηρίους, Βασιλεῦ τῆς εἰρήνης, φρούρησόν με ἐν τῇ εἰρήνῃ σου· σὺ γάρ εἶ ζωή, καὶ εἰρήνη τοῦ σύμπαντος.

Τῷ Μωϋσῇ, ἐν τῇ βάτῳ ὡς ὤφθης πυρὸς ἐν εἴδει, Ἄγγελος ἐκλήθης Πατρὸς ὁ Λόγος, τὴν πρὸς ἡμᾶς σου προδηλῶν παρουσίαν, δι’ ἧς πᾶσι σαφῶς ἀνήγγειλας, κράτος θεαρχίας μιᾶς τρισυπόστατον.

Ἡ φυσικήν, συναΐδιον δόξαν προβαλλομένη, μοναρχικωτάτη Τριὰς ἁγία, τοὺς ἀνυμνοῦντας ὀρθοδόξῳ σε πίστει, τῆς σῆς δόξης ἰδεῖν ἀξίωσον, ἄναρχον καὶ μίαν αὐγήν τὴν τρισήλιον.

Θεοτοκίον
Συνεκτικός, κατ’ οὐσίαν ὑπάρχων ὁ Θεὸς Λόγος, πάντων τῶν αἰώνων ἐν τῇ γαστρί σου, Παρθενομῆτορ, συνεσχέθη ἀφράστως, τοὺς ἀνθρώπους ἀνακαλούμενος, πρὸς τὸ ἑνικὸν τῆς μιᾶς Κυριότητος.

ᾨδὴ ς’
Ἐν ἀβύσσῳ πταισμάτων

Θελητὰ τοῦ ἐλέους ἐλέησον, τοὺς εἰς σὲ πιστεύοντας, Θεὲ τρισήλιε, καὶ τῶν πταισμάτων λύτρωσαι, καὶ παθῶν καὶ κινδύνων τοὺς δούλους σου. (Δίς)

Ἐν ἀφάτῳ πελάγει χρηστότητος, τὴν ἀπερινόητον τῆς σῆς ἐλλάμψεως, καὶ τριλαμποῦς Θεότητος, φωτοδότιδα αἴγλην μοι βράβευσον.

Θεοτοκίον
Ἀπορρήτως Παρθένε ὁ Ὕψιστος, ἄνθρωπος ἐγένετο ἐκ σοῦ τὸν ἄνθρωπον, ὁλικῶς ἐνδυσάμενος, καὶ φωτὶ τριλαμπεῖ με κατηύγασε.

Κάθισμα
Εὐσπλαγχνίας

Εὐσπλαγχνίας τὸ πέλαγος ἡμῖν ὑφαπλώσας, ὑπόδεῖξαι ἡμᾶς Ἐλεῆμον. Βλέψον εἰς λαὸν τὸν σὲ δοξάζοντα, δέξαι τὰς ᾠδὰς τῶν αἰτουμένων σε, Τριὰς μονὰς ἄναρχε· εἰς σὲ γὰρ ἐλπίζομεν τὸν τῶν ὅλων Θεόν, τῶν πταισμάτων δοῦναι τὴν συγχώρησιν.

Δόξα… Καὶ νῦν … Θεοτοκίον
Εὐσπλαγχνίας κυήσασα πηγήν, συμπαθὴς σὺ ὑπάρχεις, ἀγαθὴ Θεοτόκε. Σὺ γὰρ τῶν πιστῶν μόνη ἀντίληψις, σὺ τῶν λυπουμένων ἡ παράκλησις· διό σοι νῦν ἅπαντες, ἐν πίστει προσπίπτομεν, εὑρεῖν λύσιν δεινῶν, οἱ πλουτοῦντες μόνην σε βοήθειαν.

ᾨδὴ ζ’
Εἰκόνος χρυσῆς

Ῥυθμίζεις ἀεί, τῶν Ἀγγέλων στρατιὰς πρὸς ἀτρεψίαν, μόνος ὑπάρχων ἀναλλοίωτος, ὁ τρισυπόστατος Κύριος· δεῖξον οὖν κᾀμοῦ τὴν καρδίαν, ἀπερίτρεπτον πάντοτε, πρὸς τὸ δοξάζειν σε θερμῶς, καὶ ἀνυμνεῖν εὐσεβῶς. (Δίς)

Χοροὶ νοεροί, τῶν ἀΰλων οὐσιῶν ταῖς σαῖς ἀκτῖσι, Θεὲ μονάρχα καὶ τρισήλιε, καταυγαζόμενοι, γίνονται, θέσει δευτερεύοντα φῶτα, ὧν κᾀμὲ ταῖς ἐλλάμψεσι, καὶ μετουσίαις δεῖξον φῶς, ὡς φωτουργὸς τριλαμπής.

Θεοτοκίον
Ἰθύνειν ἡμᾶς, καὶ ὑψοῦν πρὸς οὐρανοὺς μὴ διαλείπῃς, τοὺς σὲ φιλοῦντας, ὁ δι’ ἄφατον φιλανθρωπίαν γενόμενος, ἄνθρωπος ἐν μήτρᾳ Παρθένου, καὶ θεώσας τὸν ἄνθρωπον, καὶ θρόνῳ δόξης τῷ Πατρὶ συγκαθεζόμενος.

ᾨδὴ η’
Ἰνδάλματος χρυσοῦ

Ἀπρόσιτε Τριάς, συναΐδιε συνάναρχε θεαρχία, ἡ ἀπαράλλακτος ἐν πᾶσι, πλὴν τῶν φωσφόρων ἰδιοτήτων, πᾶσαν πονηρὰν κατάργησον, τῶν ἀντικειμένων βουλήν, καὶ ἐνόχλησιν των δαιμόνων, ἀβλαβῆ τηρῶν με ἀεί, Κύριε πάντων. (Δίς)

Σοφῶς καὶ πανσθενῶς, ἀπερίγραπτε τρισήλιε Μοναρχία, ἡ ὑποστήσασα τὸν κόσμον, καὶ συντηροῦσα ἐν ἀλωβήτῳ τάξει παντελεῖ, ἐνοίκησον τῇ ἐμῇ καρδίᾳ, ὑμνεῖν καὶ δοξάζειν σε ἀσιγήτως, σὺν χοροῖς Ἀγγέλων, εἰς πάντας τοὺς αἰῶνας.

Σοφία τοῦ Πατρός, ἀκατάληπτε ἀνέκφραστε Θεοῦ Λόγε, τὴν ἀμετάβλητόν σου φύσιν οὐκ ἀλλοιώσας, τὴν τῶν ἀνθρώπων φύσιν συμπαθῶς ἀνέλαβες, καὶ τὴν ἑνιαίαν Τριάδα, ἐδίδαξας πάντας σέβειν, ὡς κυριαρχίαν, ἁπάντων τῶν αἰώνων.

ᾨδὴ θ’
Ἡ τὸν πρὸ ἡλίου φωστῆρα

Ἐκ φωτὸς ἀνάρχου, συνάναρχος Υἱὸς φῶς ἐξανέτειλε, καὶ συμφυὲς φῶς πνεῦμα ἐκπορεύεται, ἀπορρήτως θεοπρεπῶς, ἀρρεύστου τῆς γεννήσεως, πιστευομένης ἅμα δέ, καὶ τῆς ἀφράστου ἐκπορεύσεως.

Λάμψον τὰς καρδίας, τρισήλιε Θεότης τῶν ὑμνούντων σε, τῷ τριλαμπεῖ φωτί σου, καὶ δὸς σύνεσιν, τοῦ ἐν πᾶσι κατανοεῖν, καὶ πράττειν τὸ σὸν θέλημα, τὸ ἀγαθόν καὶ τέλειον, καὶ μεγαλύνειν καὶ δοξάζειν σε.

Ἄπειρος τῇ φύσει, ὑπάρχων ὡς Θεός, ἄπειρον πέλαγος τῶν οἰκτιρμῶν, ὡς ἔχων κατῳκτείρησας, Τριὰς πρώτην, οὕτω καὶ νῦν, οἰκτείρησον τοὺς δούλους σου, καὶ τῶν πταισμάτων λύτρωσαι, καὶ πειρασμῶν καὶ περιστάσεων.

Θεοτοκίον
Σῶσόν με Θεέ μου, παντοίας ἐπηρείας καὶ κακώσεως, ὁ ἐν τρισὶ προσώποις ἀνυμνούμενος, ἀνεκφράστως μοναδικός, Θεὸς καὶ παντοδύναμος, καὶ τὴν σὴν ποίμνην φύλαττε, τῆς Θεοτόκου ταῖς ἐντεύξεσιν.

Ὑπακοὴ τοῦ ἤχου χῦμα
Μετὰ τὸ πάθος πορευθεῖσαι ἐν τῷ μνήματι, πρὸς τὸ μυρίσαι τὸ σῶμά σου αἱ Γυναῖκες, Χριστὲ ὁ Θεός, εἶδον Ἀγγέλους ἐν τῷ τάφῳ καὶ ἐξέστησαν· φωνῆς γὰρ ὅτι ἀνέστη ὁ Κύριος, ἤκουον ἐξ αὐτῶν, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Advertisements

About Noah

musings of a young Catholic aspiring to be faithful to his Lord and God Jesus Christ through His Holy Catholic Church
This entry was posted in Ancient & Mediaeval Hymns, Greek Hymns, Hymns By The Greats, John Mason Neale, Non-English Hymns, The Holy Trinity. Bookmark the permalink.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s